Add parallel Print Page Options

38 Ἀναστὰς δὲ [a]ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

40 Δύνοντος δὲ τοῦ ἡλίου [b]ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας [c]ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν [d]κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ [e]εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.

42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν. 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι [f]ἐπὶ τοῦτο [g]ἀπεστάλην. 44 καὶ ἦν κηρύσσων [h]εἰς τὰς συναγωγὰς τῆς [i]Ἰουδαίας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:38 ἀπὸ WH Treg NIV ] ἐκ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40 ἅπαντες WH NIV ] πάντες Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40 ἐπιτιθεὶς ἐθεράπευεν WH Treg NIV ] ἐπιθεὶς ἐθεράπευσεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 κραυγάζοντα NIV ] κράζοντα WH Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 εἶ WH Treg NIV ] + ὁ χριστὸς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:43 ἐπὶ WH Treg NIV ] εἰς RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:43 ἀπεστάλην WH Treg NIV ] ἀπεστάλμαι RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:44 εἰς τὰς συναγωγὰς WH Treg NIV ] ἐν ταῖς συναγωγαῖς RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:44 Ἰουδαίας WH NIV ] Γαλιλαίας Treg RP